Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.144 Dem. 18.147 (English) >>Dem. 18.150

18.145οὐκ ἦν τοῦ πρὸς ὑμᾶς πολέμου πέρας οὐδʼ ἀπαλλαγὴ Φιλίππῳ, εἰ μὴ Θηβαίους καὶ Θετταλοὺς ἐχθροὺς ποιήσειε τῇ πόλει· ἀλλὰ καίπερ ἀθλίως καὶ κακῶς τῶν στρατηγῶν τῶν ὑμετέρων πολεμούντων αὐτῷ, ὅμως ὑπʼ αὐτοῦ τοῦ πολέμου καὶ τῶν λῃστῶν μυρίʼ ἔπασχε κακά. οὔτε γὰρ ἐξήγετο τῶν ἐκ τῆς χώρας γιγνομένων οὐδὲν οὔτʼ εἰσήγεθʼ ὧν ἐδεῖτʼ αὐτῷ· 18.146ἦν δʼ οὔτʼ ἐν τῇ θαλάττῃ τότε κρείττων ὑμῶν οὔτʼ εἰς τὴν Ἀττικὴν ἐλθεῖν δυνατὸς μήτε Θετταλῶν ἀκολουθούντων μήτε Θηβαίων διιέντων· συνέβαινε δʼ αὐτῷ τῷ πολέμῳ κρατοῦντι τοὺς ὁποιουσδήποθʼ ὑμεῖς ἐξεπέμπετε στρατηγούς (ἐῶ γὰρ τοῦτό γε) αὐτῇ τῇ φύσει τοῦ τόπου καὶ τῶν ὑπαρχόντων ἑκατέροις κακοπαθεῖν. 18.147εἰ μὲν οὖν τῆς ἰδίας ἕνεκʼ ἔχθρας τοὺς Θετταλοὺς τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφʼ ὑμᾶς, οὐδένʼ ἡγεῖτο προσέξειν αὐτῷ τὸν νοῦν· ἐὰν δὲ τὰς ἐκείνων κοινὰς προφάσεις λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσεσθαι, τὰ δὲ πείσειν. τί οὖν; ἐπιχειρεῖ, θεάσασθʼ ὡς εὖ, πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν· εἰς γὰρ ταῦτʼ εὐθὺς αὐτοὺς ὑπελάμβανεν αὑτοῦ δεήσεσθαι. 18.148εἰ μὲν τοίνυν τοῦτʼ τῶν παρʼ ἑαυτοῦ πεμπομένων ἱερομνημόνων τῶν ἐκείνου συμμάχων εἰσηγοῖτό τις, ὑπόψεσθαι τὸ πρᾶγμʼ ἐνόμιζε καὶ τοὺς Θηβαίους καὶ τοὺς Θετταλοὺς καὶ πάντας φυλάξεσθαι, ἂν δʼ Ἀθηναῖος καὶ παρʼ ὑμῶν τῶν ὑπεναντίων τοῦτο ποιῶν, εὐπόρως λήσειν· ὅπερ συνέβη. πῶς οὖν ταῦτʼ ἐποίησεν; μισθοῦται τουτονί.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.144 Dem. 18.147 (English) >>Dem. 18.150

Powered by PhiloLogic